Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.266 Joseph. BJ 2.270 (English) >>Joseph. BJ 2.276

2.268προεῖχον δʼ οἱ μὲν πλούτῳ καὶ σωμάτων ἀλκῇ, τὸ δὲ Ἑλληνικὸν τῇ παρὰ τῶν στρατιωτῶν ἀμύνῃ· τὸ γὰρ πλέον Ῥωμαίοις τῆς ἐκεῖ δυνάμεως ἐκ Συρίας ἦν κατειλεγμένον καὶ καθάπερ συγγενεῖς ἦσαν πρὸς τὰς βοηθείας ἕτοιμοι. 2.269τοῖς γε μὴν ἐπάρχοις φροντὶς ἦν ἀναστέλλειν τὴν ταραχὴν καὶ τοὺς μαχιμωτέρους ἀεὶ συλλαμβάνοντες ἐκόλαζον μάστιξι καὶ δεσμοῖς. οὐ μὴν τὰ πάθη τῶν συλλαμβανομένων ἐνεποίει τοῖς καταλειπομένοις ἀνακοπὴν δέος, ἀλλʼ ἔτι μᾶλλον παρωξύνοντο πρὸς τὴν στάσιν. 2.270νικῶντας δέ ποτε τοὺς Ἰουδαίους προελθὼν εἰς τὴν ἀγορὰν Φῆλιξ μετʼ ἀπειλῆς ἐκέλευσεν ἀναχωρεῖν. τῶν δὲ μὴ πειθομένων ἐπιπέμψας τοὺς στρατιώτας ἀναιρεῖ συχνούς, ὧν διαρπαγῆναι συνέβη καὶ τὰς οὐσίας.

-- --

μενούσης δὲ τῆς στάσεως ἐπιλέξας ἑκατέρωθεν τοὺς γνωρίμους ἔπεμψεν πρέσβεις ἐπὶ Νέρωνα διαλεξομένους περὶ τῶν δικαίων. 2.271

Διαδεξάμενος δὲ παρὰ τούτου τὴν ἐπιτροπὴν Φῆστος τὸ μάλιστα λυμαινόμενον τὴν χώραν ἐπεξῄει· τῶν γοῦν λῃστῶν συνέλαβέν τε πλείστους καὶ διέφθειρεν οὐκ ὀλίγους. 2.272ἀλλʼ οὐχ μετὰ Φῆστον Ἀλβῖνος τὸν αὐτὸν τρόπον ἐξηγήσατο τῶν πραγμάτων, οὐκ ἔστιν δὲ ἥντινα κακουργίας ἰδέαν παρέλειπεν. 2.273οὐ μόνον γοῦν ἐν τοῖς πολιτικοῖς πράγμασιν ἔκλεπτεν καὶ διήρπαζεν τὰς ἑκάστων οὐσίας, οὐδὲ τὸ πᾶν ἔθνος ἐβάρει ταῖς εἰσφοραῖς, ἀλλὰ καὶ τοὺς ἐπὶ λῃστείᾳ δεδεμένους ὑπὸ τῆς παρʼ ἑκάστοις βουλῆς τῶν προτέρων ἐπιτρόπων ἀπελύτρου τοῖς συγγενέσιν, καὶ μόνος μὴ δοὺς τοῖς δεσμωτηρίοις ὡς πονηρὸς ἐγκατελείπετο.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 2.266 Joseph. BJ 2.270 (English) >>Joseph. BJ 2.276

Powered by PhiloLogic